Ancient Greek
2.Subsection a to 2.Subsection m
Maximus of Tyre, Dialexeis 2.Subsection a-9-Subsection m
Not analysed yet
Φράσω δὲ αὐτὴν κατὰ τοὺς τοῦ Φρυγὸς λόγους μῦθον πλάττων. Ποιμὴν ἀνὴρ καὶ μάγειρος ἐβάδιζον ἄμφω κοινὴν ὁδόν· ἰδόντες δὲ ἐκ ποίμνης ἄρνα εὐτραφῆ πλανώμενον, ἀπολειφθέντα τῶν συννόμων, ὤσαντο |ἐπ᾿ αὐτὸν ἄμφω· ἦν ἄρα τότε ὁμόφωνα καὶ τὰ θηρία τοῖς ἀνθρώποις· ρωτᾶ ὁ ἀμνός, τίς ὡς ἑκάτερος ἐθέλει αὐτὸν μεταχειρίσασθαι καὶ ἄγειν. Ὡς δὲ ἐπύθετο τἀληθῆ αὐτά, τὴν ἀμφοῖν τέχνην, φέρων ἑαυτὸν ἐπιτρέπει τῷ ποιμένι· ῾σὺ μὲν γὰρ δήμιός τις εἶ καὶ μιαιφόνος τῆς ἀρνῶν ποίμνης, τούτῳ δὲ ἐξαρκέσει, ἂν καλῶς τὰ ἡμέτερα ἔλθῃ. Εἴκαζε, εἰ βούλει, κατὰ τὸν μῦθον, τοὺς μὲν ἐραστὰς ἐκείνους μαγείροις πολλοῖς, τὸν δὲ Σωκράτην ποιμένι ἐνί, τὰ δὲ μειράκια τὰ Ἀττικὰ θρέμμασιν πλανωμένοις, ὁμοφώνοις ἀληθῶς, οὐ κατὰ τὴν ἐν τοῖς μύθοις ἐξουσίαν. Τί ἂν οὖν δράσαι ὁ ποιμὴν οὗτος ὁρῶν τοὺς δημίους τῆς τῶν μειρακίων ὥρας ἐφιεμένους καὶ δρόμῳ ἐπ᾿ αὐτὴν ὠθουμένους; ἆρα ἀνέξεται καὶ τὴν ἡσυχίαν ἄγων στήσεται; οὕτω μὲν εἴη ἂν μιαιφονώτερος αὐτῶν τῶν δημίων. Οὐκοῦν θεύσεται, καὶ κοινωνήσει τοῦ δρόμου, καὶ διώξεται σὺν αὐτοῖς, οὐκ ἐπὶ τῇ ἴσῃ. Καί τις ἰδὼν τῶν ἀπείρων τῆς τέχνης καὶ τῆς αἰτίας τοῦ δρόμου, αὐτὸ ἐκεῖνο οἰήσεται, ἐπ᾿ ὀλέθρῳ καὶ τοῦτον θεῖν· ἐὰν δὲ ἀναμείνῃ τὸ τέλος, ἐπαινέσεται τὸν δρόμον, καὶ μιμήσεται τὴν σπουδήν, καὶ θαυμάσει τὸν θηρευτήν, καὶ μακαρίσει τὴν ἄγραν. Διὰ τοῦτο καὶ ὁ Σωκράτης ἐρᾶν ἔλεγεν, καὶ πάντων ἐρᾶν· καὶ ἐκοινώνει τοῦ δρόμου, καὶ ἐδίωκεν τοὺς καλούς, καὶ τοὺς συνεραστὰς ἔφθανεν, καὶ τοὺς δημίους ὑπετέμνετο. Καὶ γὰρ ἦν αὐτῶν καὶ πονεῖν ἱκανώτερος, καὶ ἐρᾶν δεινότερος, καὶ λαμβάνειν εὐστοχώτερος· καὶ πάνυ εἰκότως. Τοῖς μὲν γὰρ ἄλλοις ὁ ἔρως ἦν ὄνομα ἐπιθυμίας ἐν ἡδοναῖς πλανώμενον· ἀρχὴ δὲ αὐτοῦ ἄνθος σώματος ἐρχόμε|νον εἰς ὀφθαλμούς, καὶ δι᾿ αὐτῶν ἐπὶ τὴν ψυχὴν ῥέον·