Ancient Greek
2.Subsection n to 2.Subsection q
Maximus of Tyre, Dialexeis 2.Subsection n-2-Subsection q
Not analysed yet
ὁδοὶ γὰρ κάλλους οἱ ὀφθαλμοί. Τῷ δὲ Σωκράτει ὁ ἔρως ἦν κατὰ μὲν τὴν σπουδὴν τοῖς ἄλλοις ὅμοιος, κατὰ δὲ τὴν ἐπιθυμίαν διαφέρων, κατὰ δὲ τὴν ἡδονὴν σωφρονέστερος, κατὰ δὲ τὴν ἀρετὴν εὐστοχώτερος· ἀρχὴ δὲ αὐτοῦ ψυχῆς ἄνθος ἐν σώματι διαφαινόμενον· οἷον εἰ ξυνείης καὶ ποταμοῦ κάλλος λειμῶνι ἐπιρρέον, καλὰ μὲν τὰ ὑπ᾿ αὐτῷ ἄνθη, λαμπρυνόμενα δὲ ὑπὸ τοῦ ὕδατος πρὸς τὴν ὄψιν· τοῦτο δύναται καὶ ψυχῆς ἄνθος ἐμπεφυτευμένον σώματι καλῷ, ἐκλαμπρύνεται ὑπ᾿ αὐτοῦ, καὶ ἐκλάμπει, καὶ διαφαίνεται. Καὶ ἔστιν σωμάτων ὥρα οὐδὲν ἄλλο, ἢ μελλούσης ἀρετῆς ἄνθος, καὶ οἱονεὶ προοίμιον κάλλους ὡραιοτέρου. Ὥσπερ γὰρ τοῦ ἡλίου προανίσχει τὶς αὐγὴ ὑπὲρ ἄκρων ὁρῶν, ἀγαπητὸν ὀφθαλμοῖς θέαμα διὰ τὴν προσδοκίαν τοῦ μέλλοντος, οὕτως καὶ τῆς λαμπρᾶς ψυχῆς προανίσχει τὶς ὥρα ὑπὲρ ἄκρων τῶν σωμάτων, ἀγαπητὸν φιλοσόφοις θέαμα διὰ τὴν προσδοκίαν τοῦ μέλλοντος.