Ancient Greek
2.Subsection b to 2.Subsection n
Maximus of Tyre, Dialexeis 2.Subsection b-7-Subsection n
Not analysed yet
καὶ παρέχοντες τῇ γῇ πράγματα. μεταλλεύοντες αὐτὴν καὶ σκάπτοντες καὶ ὀρύττοντες· καὶ μηδὲ τὴν θάλατταν κατὰ χώραν ἐῶντες, ἀλλὰ ἐπιτειχίσαντες καὶ ταύτῃ σκάφη πολεμιστήρια καὶ πορευτικὰ καὶ ἐμπορευτικά· μηδὲ τοῦ ἀέρος ἀπεχόμενοι, ἀλλὰ καὶ τοῦτον ληῖζόμενοι, τὰς ὀρνίθων ἀγέλας ἰξῷ καὶ ἕρκεσιν καὶ παντοδαπαῖς μηχαναῖς σαγηνεύοντες· ἀποσχόμενοι δὲ μήτε τῶν ἡμέρων ζῴων διʼ ἀσθένειαν, μήτε τῶν ἀγρίων διὰ δέος, ἀλλὰ αἵματι καὶ φόνῳ καὶ λύθρῳ παντοδαπῷ γαστριζόμενοι· καὶ ἀεί τι ταῖς ἡδολυπηροῖς· ναῖς εὑρίσκοντες νέον, καὶ τῶν ἑώλων ὑπερορῶντες· καὶ διώκοντες μὲν τὰ τερπνά, περιπίπτοντες δὲ τοῖς πλούτου μὲν ὀρεγόμενοι, ἀεὶ δὲ τὸ παρὸν ἐνδεέστερον ἡγούμενοι τοῦ ἀπόντος, καὶ τό τε κτηθὲν ἔλαττον τοῦ προσδοκωμένου· δεδιότες μὲν ἔνδειαν, πληρωθῆναι δὲ μὴ δυνάμενοι· φοβούμενοι μὲν θάνα τον, μὴ φροντίζοντες δὲ τοῦ ζῆν· εὐλαβούμενοι νόσους, τῶν δὲ νοσερῶν οὐκ ἀπεχόμενοι· ὑποπτεύοντες μὲν ἄλλους, ἐπιβουλεύοντες δὲ τοῖς πλείστοις· δεινοὶ μὲν πρὸς τος ἀνόπλους, δειλοὶ δὲ πρὸς τοὺς ὡπλισμένους· μισοῦντες μὲν τυραννίδα, τυραννεῖν δὲ αὐτοὶ ἐπιθυμοῦντες· ψέγοντες μὲν τὰ αἰσχρά, τῶν δὲ αἰσ. χρῶν οὐκ ἀπεχόμενοι· τὰς εὐτυχίας θαυμάζοντες, τὰς ἀρετὰς μὴ θαυμάζοντες· τὰς δυστυχίας ἐλεοῦντες, οὐκ ἀπεχόμενοι τῶν μοχθηρῶν· ἐν μὲν ταῖς εὐπραγίαις τολμηταί, ἐν δὲ ταῖς δυσπραγίαις ἀνάκλητοι· μακαρίζοντες μὲν τοὺς τεθνηκότας, γλιχόμενοι δὲ τοῦ ζῆν, μισοῦντες μὲν τὸ ζῆν, φοβούμενοι δὲ ἀποθανεῖν· προβεβλημένοι μὲν τοὺς πολέμους, εἰρήνην δὲ ἄγειν μὴ δυνάμενοι· ἐν μὲν δουλείᾳ ταπεινοί, ἐν δὲ ἐλευθερίᾳ θρασεῖς· ἐν μὲν δημοκρατίᾳ ἀκατάσχετοι, ἐν δὲ τυῥανίδι ἐπτηχότες· παίδων μὲν ἐπιθυμοῦντες, γενομένων δὲ ὀλιγωροῦντες· εὐχόμενοι μὲν τοῖς θεοῖς, ὡς δυναμένοις ἐπαρκεῖν, καταφρονοῦντες δὲ ὡς οὐ δυναμένων τιμωρεῖν· καὶ δεδιότες μὲν ὡς κολάζοντας, ἐπιορκοῦντες δὲ ὡς οὐδὲν ὄντας.