Ancient Greek
2.Subsection c to 2.Subsection d
Maximus of Tyre, Dialexeis 2.Subsection c-6-Subsection d
Not analysed yet
Ἄφες, ἄνθρωπε, καὶ τοῦνομα μετὰ τοῦ λόγου. Παρανομεῖς περὶ τοὺς θεμιένους οὐδὲν σοφίᾳ καὶ ἡδονῇ κοινόν· ἄλλος μὲν ὁ φιλήδονος, ἄλλος δὲ ὁ φιλόσοφος· διακέκριται τὰ ὀνόματα, διακέκριται τὰ ἔργα, διῇρηται τὰ γένη, ὡς τὰ Αακωνικὰ τῶν Ἀττικῶν, ὡς τὰ βαρβαρικὰ τῶν Ἑλλήνων. Ἐὰν δὲ Σπαρτιάτης εἶναι λέγων καὶ Ἕλλην καὶ Δωριεὺς καὶ Ἡρακλεϊδης, θαυμάζῃς τιάραν Μdηδικὴν καὶ τράπεζαν βαρβαρικὴν καὶ ἁρμάμαξαν Περσικήν, περσίζεις, βαρβαρίζεις, ἀπολώλεκας τὸν Παυσανίαν· Μῆδος εἶ, Μαρδόνιος εἶ. Ἀπόθου τοὔνομα μετὰ τοῦ γένους.