Ancient Greek
Subsection a to Subsection b
Maximus of Tyre, Dialexeis Subsection a-16-Subsection b
Not analysed yet
Τοὺς μὲν οὖν πολλοὺς ἡδονὴν ὑμνοῦντας φέρω· βάναυσος γὰρ ψυχὴ καὶ ἀπεληλαμένη λόγου, ἐλεεινὴ μὲν τοῦ πάθους, σύγγνωστος δὲ τῆς ἀγνοίας· Ἐπίκουρον δὲ διὰ τοὔνομα οὐ φέρω, οὐδὲ ἀνέχομαι φιλοσοφίας ὑβριζούσης. Οὐδὲ γὰρ στρατηγοῦ ἀνέχομαι τὴν τάξιν ἀπολείποντος καὶ ἐξηγουμένου τῆς φυγῆς, οὐδὲ γεωργοῦ ἀνέχομαι ἐμπιμπράντος τὰ λήῖα, οὐδὲ κυβερνήτου ἀνέχομαι ἀποδειλιῶντος πρὸς τὴν θάλατταν· πλεῖν σε δεῖ, στρατηγεῖν σε δεῖ, γεωργεῖν σε δεῖ·