Ancient Greek
ΚΓ΄ XXIII (Duebn. XXIX vulg. 13), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection d-3
Not analysed yet
ὁ τοίνυν Λυκοῦργος οὗτος, ὃν ὁ θεὸς εἰκάζει θεῷ, τιθεὶς τῇ Σπάρτῃ νόμους, συμβουλευσάμενος τῷ Ἀπόλωνι, ποῖόν τι πολιτείας ἦθος καταστήσαιτο τοῖς αὐτοῦ θρέμμασιν, ἆρα γεωργικόν, καὶ ταμιευτικόν, ταπεινὸν καὶ γλίσχρον, καὶ ἐργαστικὸν τὰ σμικρὰ ταῦτα· ἢ ταῦτα μὲν οἱ εἴλωτες αὐτῷ ἔχουσιν καὶ ὁ ἀνδραποδώδης ὅμιλος καὶ οἱ περίοικοι Δακεδαιμονίων, τὸ δὲ καθαρῶς Σπαρτιατικόν, ἄφετον ἐκ γῆς ὂν καὶ ὄρθριον, καὶ πρὸς ἐλευθερίαν τετραμμένον, μαστιγούμενον καὶ τυπτόμενον, καὶ ἐν θήραις καὶ ὀρειβασίαις καὶ ἄλλοις παντοδαποῖς πόνοις παιδευόμενον, ἐπειδὰν ἱκανῶς τοῦ καρτερεῖν ἔχῃ, ἐπὶ αἰχμῇ καὶ ἀσπίδι τεταγμένον, ὑπὸ στρατηγῷ τῷ νόμῳ προμαχεῖν τῆς ἐλευθερίας, καὶ τὴν Σπάρτην σώζειν, καὶ τῷ Λυκούργῳ συναγωνίζεται, καὶ