Ancient Greek
ΚΓ΄ XXIII (Duebn. XXIX vulg. 13), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection e-2
Not analysed yet
πείθεται τῷ θεῷ; Εἰ δὲ ἐγεώργουν Λακεδαιμόνιοι, τίς ἂν ὑπὲρ αὐτῶν Λεωνίδας ἐν Θερμοπύλαις παρετάξατο; τίς ἂν Ὀθρυάδας ἐν Θυρεᾷ ἠρίστευεν; Ἀλλʼ οὐδὲ Βρασίδας γεωργὸς ἦν, οὐδʼ ὁ Γύλιππος ἐκ ληΐου ὁρμηθεὶς Συρακοσίους ἔσωζεν, οὐδὲ Ἀγησίλαος ἐξ ἀμπέλων ὁρμηθεὶς Τισσαφέρνους ἐκράτει, καὶ τὴν βασιλέως γῆν ἕτεμνεν, καὶ Ἴωνας καὶ Ἑλλήσποντον ἐλευθέρου· οὐκ ἀπὸ σμινύης ὁ Καλλικρατίδας, οὐκ ἀπὸ σκαπάνης ὁ Λύσανδρος, οὐκ ἀπὸ ἀρότρου ὁ Δερκυλλίδας.