Ancient Greek
ΚΗʹ XXVIII (Duebn XXXIV vyulg 18), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection d-4
Not analysed yet
καὶ ἔστιν οὕτω δή τις ὀξύτατος ὁ τοῦ ἀλγεῖν δρόμος ἐπὶ τὸ ὑγιαῖνον ἀπὸ τοῦ κάμινοντος, ὡς μάθοις ἂν τῷ προσπταίσματι ἄκρῳ τῷ ποδί· ἐκ γὰρ ὀνύχων, φασίν, ἐπὶ τὴν κεφαλὴν τὸ ἀλγεινὸν ἀκαρεὶ θεῖ. Τοῦτο δὲ οἴει γίγνεσθαι ἄν, εἰ μὴ ἐτύγχανεν ἡ ψυχὴ διειληφυῖα τὸ σῶμα πᾶν πάντοθεν, καὶ ἀνακεκραμένη αὐτῷ, καθάπερ τὸ φῶς τῷ ἀέρι; ἢ μᾶλλον οὑτωσὶ λέγωμεν·