Ancient Greek
2.Subsection e to 2.Subsection h
Maximus of Tyre, Dialexeis 2.Subsection e-3-Subsection h
Not analysed yet
καθάπερ αἱ τῶν θυμιαμάτων ὀδμαὶ καὶ τοῖς πόρρω οὖσιν προσέβαλλον, ἀνακεράσασαι |τὸν διὰ μέσου ἀέρα τῇ εὐωδίᾳ· ἢ καθάπερ τὰ χρώματα ἐν ὀφθαλμοῖς πόρρωθεν ἔρχεται ὡς ἐπιγράψαντα καὶ ταῦτα τὸν ἀέρα τῇ αὑτῶν φύσει· ταύτῃ νόμιζε καὶ τὴν ψυχὴν πανταχοῦ διεληλυθέναι, καὶ μηδὲν εἶναι ἄψυχον σώματος μέρος· τρίχας δὲ καὶ ὄνυχας ἐξαιρετέον λόγου· καὶ γὰρ τῶν δένδρων τὰ φύλλα· καὶ γὰρ ταῦτά ἐστιν, ὅσα ἐν φυτοῖς τὰ ἀναισθητότατα. Οὕτω δὴ πρὸς τὸ σῶμα ἡ ψυχὴ ἔχουσα, ἀνακέκραται αὐτοῦ ταῖς λύπαις καὶ ταῖς ἡδοναῖς. Καὶ τὸ ἀλγεῖν ἔστιν αἰτία μὲν σώματος, ψυχῇ δὲ πάθος. Μία μὲν δὴ αὕτη χορηγία ὀδύνης τῷ ἀνθρώπῳ. Δευτέρα δὲ ἥδε, ἔμπαλιν αὖθις αὖ πρὸς τὴν προτέραν ἔχουσα·