Ancient Greek
2.Subsection f to 2.Subsection g
Maximus of Tyre, Dialexeis 2.Subsection f-2-Subsection g
Not analysed yet
Θητικὰ ταῦτα, εἰλωτικά· ταῦτα ὑπὸ ἀσπίδων σώ ζεται, τούτων δόρατα ὑπερμαχεῖ, ταῦτα δουλεύει τοῖς κρατοῦσιν. Αὕτη ἡ ἐν ὅπλοις ἀρετὴ καὶ τὴν Ἀθηναίων γῆν ἔτεμνεν, καὶ τὴν Ἀργείων ἐδῄου, καὶ Μεσσηνίους ἐλάμβανεν· ἐπεὶ δʼ ἐξέκαμεν αὕτη τοῖς Σπαρτιάταις, τὰ μὲν ὅπλα ἀπέθεντο, ἐγένοντο δὲ ἐξ ἐλευθέρων γεωργοί.