Ancient Greek
ΚΘ΄ XXIX (Duebn. XXXV vulg. 19), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection f-4
Not analysed yet
‘Τίνος ἀντικαταλλάττῃ πόνους τοσούτους, καὶ κινδύνους πραγμάτων, καὶ πηρώσεις σωμάτων; κακοδαιμονίας ἐρᾶς’; Γελοῖον τὸ ἐρώτημα. Ἀλλʼ οὐχ εὗρε δήπου τὸ ζητούμενον ὁ Φίλιππος, ἀλλʼ ἐξανασ〈τᾶσα ἔλα〉θεν αὐτὸν ἡ εὐδαιμονία. Καὶ διὰ τοῦτο ὁ Ἀλέξανδρος, χαίρειν τὲ τῇ Εὐρώπῃ φράσας, ὡς ἐρήμῳ ἀγαθῶν, εἰς τὴν Ἀσίαν ἐπεραιοῦτο, ὑποπτεύων τὴν εὐδαιμονίαν ἢ ἐν Σάρδεσιν ἐν τῷ χρυσῷ ψήγματι κατορωρύχθαι, ἢ ἐν Καρίᾳ ἐν τοῖς Μαυσωλοῦ θησαυροῖς, ἢ ἐν τοῖς Βαβυλωνίων ||τείχεσιν, ἢ ἐν τοῖς Φοινίκων λιμέσιν, ἢ ἐν ταῖς Αἰγυπτίων ἠόσιν, ἢ ἐν ταῖς Ἀμμωνίων ψάμμοις.