Ancient Greek
ΚΗʹ XXVIII (Duebn XXXIV vyulg 18), Section 3
Maximus of Tyre, Dialexeis 3-12
Not analysed yet
Τί δή οὖν τούτων ἐπιμέμνημαι; Ὅτι τὸ ἀλγεῖν καὶ ἀπὸ ψυχῆς σώματι ἐπιπεμπόμενον, καὶ ἀπὸ σώματος ἐπὶ ψυχὴν παραγινόμενον, εἰκότως ἄρα δέοιτο ἂν καὶ ἰατρικῆς μιᾶς πρὸς ἀλυπίαν, καθάπερ ὁ Εὔριππος κυβερνητικῆς μιᾶς πρὸς εὔπλοιαν. Καὶ τοῦτο μὲν ταῦτά ||μοι ἔστω ἀποπεφασμένον· τὴν δὲ ἰατρικὴν αὐτήν, ἥτις ἀμυνεῖται τὰ δεινὰ ἀμφοτέρωθεν ἐπιόντα, τίς ἡμῖν λέξει; Ἐγὼ μὲν γὰρ ἀπορῶ, εἴ τινα ἐξευρήσω δεινὸν τὴν τέχνην κατὰ τὸν Χείρωνα κεῖνον, ἵνα μοι διπλᾶ |τἀγαθὰ ἔλθῃ· καὶ οὔτε πιστεύω τῷ τεχνιτεύματι (τὸ γὰρ ἔργον μέγα, τῆς Ὄσσης καὶ τοῦ Ὀλύμπου ὑψηλότερον), οὔτε ἀπιστῷ κομιδῇ. Τί γὰρ οὐκ ἂν ἐθελήσασα πάντολμος ψυχὴ ἐπιτεχνήσαιτο;