Ancient Greek
ΚΗʹ XXVIII (Duebn XXXIV vyulg 18), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection i-2
Not analysed yet
ἀπὸ γὰρ τῆς ψυχῆς αὕτη ἔρχεται, καὶ τελευτᾶ ἐπὶ τὸ σῶμα. Ψυχῆς γοῦν καμούσης λύπῃ, συγκάμνει τοι σῶμα τὶ καὶ ὑποτήκεται τοῦτο μὲν ἐκ τῶν ὀφθαλμῶν ἀπολεῖβον δάκρυα, τοῦτο δὲ πᾶν ὠχραινόμενον καὶ ἰσχναινόμενον· ὁποῖα αἱ ἐξ ἐρώτων λῦπαι ἀπεργάζονται, καὶ διὰ πενίαν τρυχώσεις, καὶ διὰ πένθη ἀκοιμιστίαι. Ἀποπέμπουσιν δὲ τῷ σώματι ὀδύνας καὶ θυμοὶ καὶ ὀργαὶ καὶ φθόνοι, καὶ τῶν τῆς ψυχῆς παρὰ μέλος κινημάτων οὐδὲν ὁτιοῦν.