Ancient Greek
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Section 3
Maximus of Tyre, Dialexeis 3-13
Not analysed yet
Φαῦλόν τι χρῆμα ἡδονή; οὐκ ἂν ἦν ξύμφυτον, οὐδὲ τῶν σωζόντων ἡμᾶς τὸ πρεσβύτατον. Τὰ δὲ ὑπὸ τῶν σοφιστῶν θρυλούμενα ἐς αὐτήν, ἡ Σαρδαναπάλλου τρυφή, καὶ ἡ Μηδικὴ χλιδή, καὶ ἡ Ἰωνικὴ ἀβρότης, καὶ τράπεζαι Χικελικαί, καὶ ὀρχήσεις Χυβαριτικαί, καὶ ἑταῖραι Κορίνθιαι, ταῦτα ἀθρόα, καὶ ὅσα τούτων ποικιλώτερα, οὐχ ἡδονῆς ἔργα, ἀλλὰ τέχνης καὶ λόγου, παρανομησάντων τῶν ἀνθρώπων εἰς ἡδονὰς διʼ εὐπορίαν τῶν τεχνῶν ὀψὲ τοῦ χρόνου. Ὥσπερ οὖν οὐδεὶς λοιδορεῖται λόγῳ, ὡς οὐκ ἔστιν καλὸν τῇ φύσει, κἂν ἀπάγῃ τὶς αὐτοῦ τὴν χρείαν ἐπὶ τὸ μὴ φύσει καλόν, οὕτως οὐδὲ τῇ ἡδονῇ λοιδορητέον, ἀλλὰ τοῖς χρωμένοις ἡδονῇ κακῶς. Δύο δὲ ὄντων τούτων ἐν ἀνθρώπου ψυχῇ, ἡδονῆς καὶ λόγου, λόγῳ μὲν ἡδονὴ κραθεῖσα, μηδὲν ἀφελοῦσα τοῦ ἀναγκαίου, προσέθηκεν αὐτῷ τὸ ἀγωγότερον· λόγος δὲ ἡδοναῖς προσγενόμενος, αὐξήσας αὐτῶν διʼ εὐπορίας τὸ μέτριον, ἀφεῖλεν τοῦ φύσει τερπνοῦ τὸ ἀναγκαῖον.