Ancient Greek
ΛΔ΄ XXXIV (Duebn vulg 35 B 2), Section 3
Maximus of Tyre, Dialexeis 3-14
Not analysed yet
Τοῦτό τοι καὶ περὶ τὸν βίον Ὅμηρος ἡνιξατο· (Ω 527 )δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει, φησίν· ὁ μὲν πλήρης κακῶν, ἀγαθῶν ἀνεπίμικτος· ὁ δὲ ἐξ ἀμφοῖν κεκραμένος (τρίτον γὰρ πίθον οὐδαμοῦ ἐν Διὸς εἶναι λέγει, ἀγαθῶν ἀκηράτων). Νέμει δὲ Χεὺς τῷ τῶν ἀνθρώπων γένει, κατὰ τὴν Ὁμήρου ᾧδήν, ἐκ τοῖν πίθοιν τούτοιν ἀρυτόμενος· ἐκ μὲν τοῦ, κακῶν ἀενάων ῥεῦμα ἴσχυρὸν καὶ βίαιον, μεστὸν ἐρίδων καὶ ἐρινύων, καὶ πτοίας καὶ φόβου, καὶ ἄλλων μυρίων δυσαντήτων τὲ καὶ ἀκράτων κακῶν· ἐκ δὲ τοῦ νέμει, ὡς μὲν ἄν Ὅμηρος εἴποι, ῥεῦμα μικτὸν ἀγαθῶν καὶ κακῶν· ἐγὼ δὲ ὁρῷ μὲν τὴν μῖξιν, καὶ πείθομαι τῷ λόγῳ, εὐφημότερον δὲ ὁνομιάζειν θέλω τὴν βελτίω παρὰ Διὸς νομήν· ἔχει γὰρ δὴ ὧδε.