Ancient Greek
ΛΔ΄ XXXIV (Duebn vulg 35 B 2), Section 4
Maximus of Tyre, Dialexeis 4-16
Not analysed yet
Ἀρετὴ ψυχῆς καὶ μοχθηρία, αὗταί πηγαὶ τῶν Διὸς πίθων· ὧν ἡ μὲν μοχθηρία λάβρον καὶ ἔμπληκτον ὀχετὸν ἐξιεῖσα συγχεῖ τὸν βίον καὶ ταράττει, καθάπερ ἐμβολὴ χειμερίου νάματος ἐπὶ λήῖα καὶ φυτουργίας ὁρμηθεῖσα, ἐχθρὰ μὲν γεωργοῖς, ἐχθρὰ δὲ καὶ ποι- μέσιν, ἐχθρὰ καὶ ὁδοιπόροις, ἄκαρπος, ἄγονος, ἀνόνητος, ἐπισφαλής· αἱ δὲ ἀρετῆς πηγαί, ὅτῳ ἂν ἐν ψυχῇ διαφανῶσιν, πάντα τούτῳ ποιοῦσιν τὸν βίον ἔγκαρπον καὶ ἀρόσιμον καὶ τελεσφόρον. Ἀλλὰ ἱδρῶτος δεῖ τῷ γεωργῷ, καὶ πόνου δεῖ, καὶ ταλαιπωρίας δεῖ. Οὐδὲ γὰρ ὁ Αἰγύπτιος τῷ ἔείλῳ θαρρεῖ μόνῳ, οὐδὲ παραδίδωσιν αὐτῷ τὰ σπέρματα, πρὶν ἢ τἀρότρῳ ζεύξῃ βοῦν, πρὶν τέμῃ αὔλακα, πρὶν πονήσῃ μακρά· καὶ μετὰ τοῦτο ἤδη καλεῖ τὸν ποταμὸν ἐπὶ τὰ αὐτοῦ ἔργα. Aὕτη μῖξις ποταμοῦ πρὸς γεωργίαν, καὶ ἐλπίδων πρὸς πόνους, καὶ καρπῶν πρὸς |ταλαιπωρίαν· οὕτως ἀγαθοῖς κακὰ κεραννυτέον. Kἰ βούλει, ἄφελε μὲν τὴν δυσφημίαν, ἴσθι δὲ αὐτῷ τὴν οὐσίαν οὐκ αὐθαίρετον οὗσαν τοῖς πονοῦσιν. Κἄν ἐπὶ τοὺς λιμένας ἔλθῃς, κυβερνήτην λήψῃ, οὐ τὸν ἄπειρον χειμῶνος, οὐδὲ ὅστις ἀθέατος κλύδωνος, ἀλλʼ ἐκ πολλῶν σφαλμάτων ἀθροίσαντα τὴν τέχνην, ἐκ πείρας κακῶν. Ἑγὼ καὶ στρατηγῷ διαπιστῶ πάντα εὐτυχήσαντι· οἷος ἄν ἦν Ἀθηναίοις στρατηγὸς Nικίας, σωθεὶς ἐκ Σικελίας· ἢ οἷος ἂν ἥν σωφρονέστερος δημαγωγὸς Κλέων, ἐπανελθὼν ἐξ Ἀμφιπόλεως. Ὅταν δὲ ἴδω πάντα εὐτυχοῦντα καὶ κυβερνήτην καὶ στρατηγόν, καὶ ἰδιώτην, καὶ ἄρχοντα, καὶ ἄνδρα, καὶ πόλιν, διαπιστῶ ταῖς εὐτυχίαις· ὡς Σλων Κροίσῳ, ὡς Ἄμασις Πολυκράτει.