Ancient Greek
ΛΗ΄ XXΧVIII (Duebn. XXXVIII vulg. 22), Section 3
Maximus of Tyre, Dialexeis 3-16
Not analysed yet
Ἐγένετο καὶ Ἀθήνησιν ἀνήρ Ἐλευσίνιος, ὄνομα Μελησαγόρας· οὗτος οὐ τέχνην μαθών, ἀλλʼ ἐκ νυμφῶν κάτοχος, θείᾳ μοίρᾳ |σοφὸς ἦν καὶ μαντικός, ὡς Περἰ ὁ Ἀηναίων λόγος. Ἦλθεν Ἀθήναζε καὶ ἄλλος, Κρὴς ἀνήρ, ὄνομα Ἐπιμενίδης· οὐδὲ οὗτος ἔσχεν εἰπεῖν αὐτῷ δου διδάσκαλον· ἀλλʼ ἦν μὲν δεινὸς τὰ θεῖα, ὥστε τὴν Ἀθηναίων πόλιν κακουμένην λοιμῷ καὶ στάσει διεσώσατο ἐκθυσάμενος· δεινὸς δὲ ἦν ταῦτα, οὐ μαθών, ἀλλʼ ὕπνον αὐτῷ διηγεῖτο μακρὸν καὶ ὄνειρον διδάσκαλον. Ἐγένετο καὶ ἐν Προκοννήσῳ ἀνὴρ φιλόσοφος, ὄνομα Ἀριστέας· ἠπιστεῖτο δὲ αὐτῷ οὐχὶ σοφία τὰ πρῶτα, διότι μηδένα αὐτῆς διδάσκαλον προὔφερεν. Πρὸς οὖν δὴ τὴν τῶν ἀνθρώπων ἀπιστίαν ἐξεῦρεν λόγον· ἔφασκεν τὴν ψυχὴν αὐτῷ καταλιποῦσαν τὸ σῶμα, ἀναπτᾶσαν εὐθὺ τοῦ αἰθέρος, περιπολῆσαι τὴν γῆν τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον, καὶ νήσους πάσας, καὶ ποταμούς, καὶ ὄρη· γενέσθαι δὲ τῆς περιπολήσεως αὐτῇ τέρμα τὴν ῾Υπερβορέων γῆν· ἐποπτεῦσαι δὲ πάντα ἑξῆς νόμαια καὶ ἤθη πολιτικά, καὶ φύσεις χωρίων, καὶ ἀέρων μεταβολάς, καὶ ἀναχύσεις θαλάττης, καὶ ποταμῶν ἐκβολάς· γενέσθαι δὲ αὐτῇ καὶ τὴν τοῦ οὐρανοῦ θέαν πολὺ τῆς νέρθεν σαφεστέραν. Καὶ ἦν πιθανώτερος λέγων ταῦτα ὁ Ἀριστέας μᾶλλον μὴ ὤνια ἐξ ἀγορᾶς, ἢ Ξενοφάνης ἐκεῖνος, ἤ τις ἄλλος τῶν ἐξηγησαμένων τὰ ὄντα ὡς ἔχει· οὐ γάρ πω σαφῶς ἠπίσταντο οἱ ἄνθρωποι τὴν ψυχῆς περιπόλησιν, οὐδὲ οἷστισιν ὀφθαλμοῖς ἕκαστα ὁρᾶν, ἀλλὰ ἀτεχνῶς ἀποδημίας τινὸς ᾤοντο τῇ ψυχῇ δεῖν, εἰ μέλλει ὑπὲρ ἑκάστου φράσειν τὰ ἀληθέστατα.