Ancient Greek · ~6 min
Ι΄ (Duebn XVI vulg 28 B 13 K 10), Section 3
Maximus of Tyre, Dialexeis 3-4
Not analysed yet
Τί δήποτʼ οὖν Ἐπιμενίδης καὶ Πυθαγόρας καὶ Ἀριστέας ἐθέλουσιν αἰνίττεσθαι; ἄλλό τι ἢ τὴν σχολὴν τῆς ψυχῆς τοῦ ἀγαθοῦ ἀνδρὸς ἀπὸ τῶν τοῦ σώματος ἡδονῶν καὶ παθημάτων, ὅταν ἀπαλλαγεῖσα τοῦ περὶ ἐκεῖνο ταράχου, καὶ ἐπιστρέψασα εἰς ἑαυτὴν τὸν νοῦν, ἔμπαλιν ἐντυγχάνει τῷ ἀληθεῖ αὐτῷ, ἀφεμένη τῶν εἰδώλων; Τοῦτο ἔοικεν μὲν ὕπνῳ καλῷ καὶ μεστῷ ἐναργῶν ὀνειράτων· ἔοικεν δὲ ψυχῆς πτήσει μεταρσίῳ, οὐχ ὑπὲρ ἄκρων φερομένης τῶν ὁρῶν ἐν ἀχλυώδει καὶ ταραττομένῳ τῷ ἀέρι, ἀλλʼ ὑπὲρ τοῦτον ὑψοῦ ἐν σταθερῷ αἰθέρι, γαλήνης καὶ ἠρεμίας αὐτὴν παραπεμπούσης ἀλύπως ἐπὶ τὸ ἀληθές, ἐπὶ τὴν ὄψιν. Τίς δὲ ὁ τῆς παραπομπῆς τρόπος, καὶ τί ἂν αὐτὴν ἐμμελῶς ὀνομάζομεν; ἆρα γε μάθησιν, ἢ Πλάτωνι ὁμοφώνως ἀνάμνησιν; ἢ δύο θησόμεθα ὀνόματα πράγματι ἑνί, μάθησιν καὶ ἀνάμνησιν; Τὸ δέ ἐστιν τοιοῦτον, οἷον τὸ περὶ τὸν ὀφθαλμὸν πάθος· σύνεστιν μὲν γὰρ αὐτῷ ἡ ὄψις ἀεί, ἤδη δέ που ὑπὸ συμφορᾶς ἐπιχυθεῖσα ἀχλύς, καὶ ἀμφιέσασα τὸ ὄργανον, διετείχισεν αὐτοῦ τὴν πρὸς τὰ ὁρώμενα ὁμιλίαν· ἡ δὲ τέχνη παρελθοῦσα ὄψιν μὲν οὐκ ἐνεποίησε τῷ ὀφθαλ μῷ, τὸ δὲ ἐνοχλοῦν παραναγαγοῦσα ἀπεκάλυψεν ‖αὐτοῦ τὸν ἔξω δρόμον. Νόμιζε δὴ καὶ τὴν ψυχὴν ὄψιν τινὰ εἶναι διορατικὴν τῶν ὄντων φύσει καὶ ἐπιστήμονα· ὑπὸ δὲ τῆς τῶν σωμάτων συμφορᾶς ὑποκεχύσθαι αὐτῇ πολλὴν ἀχλύν, καὶ συγχεῖν τὴν θέαν, καὶ ἀφαιρεῖσθαι τὴν ἀκρίβειαν, καὶ ἀποσβεννύναι τὸ οἰκεῖον φῶς· προσιόντα δὲ αὐτῇ τεχνίτην λόγον, ὥσπερ ἰατρόν, εὐπροστιθέναι αὐτῇ φέροντα ἐπιστήμην, πρᾶγμα ὃ μήπως ἔχει, ἀλλʼ ἐπεγείρειν ἣν ἔχει μέν, ἀμυδρὰν δὲ καὶ ξυνδεδεμένην καὶ καρηβαροῦσαν.