Ancient Greek
Ι΄ (Duebn XVI vulg 28 B 13 K 10), Section 4
Maximus of Tyre, Dialexeis 4-6
Not analysed yet
Ὅνπερ οὖν τρόπον καὶ ταῖς κυούσαις προσάγουσα ἡ μαιευτικὴ τὰς χεῖρας σύν τῇ τέχνῃ ὑποδέχεται τὸ κυούμενον, καὶ θεραπεύει τὰς ὠδῖνας, καὶ ἐξάγει τὸ τελεσφορηθὲν εἰς φῶς, καὶ ἀπαλλάττει τῆς ὀδύνης τὴν φέρουσαν· τοῦτον τὸν τρόπον καὶ λόγος μαιεύεται ψυχὴν κύουσαν καὶ ὠδίνων μεστήν· ἀλλὰ πολλαὶ ἀμβλισκάνουσιν, ἢ διʼ ἀτεχνίαν τῶν μαιουμένων, ἢ διὰ σφοδρότητα τῶν ὠδίνων, ἢ διὰ ἀμβλύτητα τῶν σπερμάτων· ὀλίγαι δέ που καὶ σπάνιοι ψυχαὶ τελεσφόροι, ὧν τὰ ἔκγονα σαφῆ καὶ διηρθρωμένα καὶ γνήσια τῶν πρώτων πατέρων· ὄνομα δὲ τῇ μὲν ψυχῆς κυήσει νοῦς, τῇ δὲ ὠδῖνι αἴσθησις, τῇ δὲ ἀποτέξει ἀνάμνησις· κύουσιν δὲ πᾶσαι μὲν ψυχαὶ φύσει, ὠδίνουσιν δὲ ἔθει, τίκτουσιν δὲ λόγῳ. Ὥσπε οὖν ἀδύνατον φῦναί τι ἄνευ σπέρματος καὶ ἀλλοῖον, ἢ οἷα τὰ σπέρματα, ἄνθρωπον μὲν ἐξ ἀνθρώπου, βοῦν δὲ ἐκ βοός, καὶ ἐξ ἐλαίας ἐλαίαν, καὶ ἐξ ἀμπέλου ἄμπελον· οὕτω καὶ εἴ τι ἀληθὲς ἡ ψυχὴ ξυνίησιν, ἀνάγκη ἀληθῆ εἶναι ταυτὶ τὰ σπέρματα ἐμπεφυτευμένα τῇ ψυχῇ· εἰ δὲ ἦν, καὶ ἀεὶ ἦν· ἀεὶ δὲ ὄντα, καὶ ἀθάνατα ἦν. Καὶ τοῦτό ἐστιν ἀμέλει τὸ πε |ρὶ τὰς ἐπιστήμας γιγνόμενον, σπερμάτων ψυχῆς ἄνθος, καὶ τελεσφόρησις· ὃ δὲ καλοῦσιν οἱ ἄνθρωποι ἄγνοιαν, τί ἂν εἴη ἄλλο ἢ ἀργία τῶν σπερμάτων;