Ancient Greek
ΙΒ΄ XII (Duebn. XVIII volg. 2 B 15), Section 3
Maximus of Tyre, Dialexeis 3-5
Not analysed yet
Ἐπεὶ τοίνυν οὐ τοῦ αὐτοῦ, |ἀλλʼ ἑτέρου, ὁ δὲ χρηστὸς τῷ πονηρῷ οὐχ ὁ αὐτός, ποτέρῳ πότερον προσθήσομεν; ἆρα τὸ μὲν ἀδικεῖν τῷ πονηρῷ, τὸ δὲ ἀδικεῖσθαι τῷ χρηστῷ; ἢ τὸ μὲν ἀδικεῖν τοῦ μοχθηροῦ, τὸ δὲ ἀδικεῖσθαι οὔπω δῆλον ὁποτέρου αὐτοῖν, οὑτωσὶ δὲ θεασώμεθα. Ἀδικία ἐστὶν ἀφαίρεσις ἀγαθοῦ· τὸ δὲ ἀγαθὸν τί ἂν εἴη ἄλλο, ἢ ἀρετή; ἡ δὲ ἀρετὴ ἀναφαίρετον. Οὐκ ἀδικηθήσεται τοίνυν ὁ τὴν ἀρετὴν ἔχων, ἢ οὐκ ἔστιν ἀδικία ἀφαίρεσις ἀγαθοῦ· οὐδὲν γὰρ ἀγαθὸν ἀφαιρετόν, οὐδὲ ἀποβλητόν, οὐδὲ ἑλετόν, οὐδὲ ληϊστόν. Εἶεν· οὐκ ἀδικεῖται ὁ χρηστὸς οὔτε ὑπὸ τοῦ χρηστοῦ, ἀνεπιβούλευτος γὰρ αὐτοῦ ἀρετή, οὔτε ὑπὸ τοῦ μοχθηροῦ, ἀναφαίρετος γάρ· λείπεται τοίνυν ἢ μηδὲν ἀδικεῖσθαι καθάπαξ, ἢ τὸν μοχθηρὸν ὑπὸ τοῦ ὁμοίου· ἀλλὰ τῷ μοχθηρῷ οὐδενὸς μέτεστιν ἀγαθοῦ, ἡ δὲ ἀδικία ἦν ἀγαθοῦ ἀφαίρεσις· ὁ δὲ μὴ ἔχων ὅ,τι, ἂν ᾖ, ἀφαιρεθῇ, οὐδὲ εἰς ὅ,τι ἀδικηθῇ ἔχει.