Ancient Greek
ΙΒ΄ XII (Duebn. XVIII volg. 2 B 15), Section 4
Maximus of Tyre, Dialexeis 4-8
Not analysed yet
Μήποτε οὖν οὐ κατὰ τὴν ἀφαίρεσιν τοῦ πάσχοντος ἡ ἀδικία τέτακται, ἀλλὰ κατὰ τὴν γνώμην τοῦ δράσαντος· καὶ ὁ μοχθηρὸς ὑπὸ τοῦ μοχθηροῦ ἀδικεῖται, κἂν μὴ ἔχῃ τὸ ἀγαθόν· καὶ ὁ χρηστὸς ὑπὸ μοχθηροῦ, ἂν ἔχῃ δὴ ἀν αφαίρετον τὸ ἀγαθόν. Ἀποδέχομαι τοῦ λόγου τῆς γνώμης τῷ ἡμαρτημένῳ προστιθέντος τὴν ἀδικίαν μᾶλλον ἢ τῷ ἐπιτυχεῖ τοῦ ἔργου· καὶ γὰρ μοιχὸν κολάζει ὁ νόμος, οὐ τὸν δράσαντα μόνον, ἀλλὰ καὶ τὸν βουληθέντα· καὶ τοιχώρυχον τὸν ἐπιχειρήσαντα, κἂν μὴ λάθῃ· καὶ προδότην τὸν μελλήσαντα, κἂν μὴ πράξῃ. Ἥξει τοίνυν ὁ σύμπας λόγος εἴς τι δέον. Ὁ μὲν γὰρ ἀγαθὸς οὔτε ἀδικεῖ, οὔτε ἀδικεῖται· οὐκ ἀδικεῖ μὲν διὰ τὴν βούλησιν, οὐκ ἀδικεῖται δὲ διὰ τὴν ἀρετήν. δὲ μοχθηρὸς ἀδικεῖ μέν, οὐκ ἀδικεῖται δέ· ἀδικεῖ μὲν διὰ μοχθηρίαν, οὐκ ἀδικεῖται δέ, δι᾿ ἀπουσίαν ἀγαθοῦ. Ἔτι τοίνυν, εἰ μὲν ἀγαθὸν ἡ ἀρετὴ μό|νον καὶ οὐκ ἄλλό τι, ὁ μοχθηρὸς τὴν ἀρετὴν οὐκ ἔχων οὐδ᾿ εἰς ὅ,τι ἀδικηθῇ ἔχει· εἰ δὲ πρὸς τῇ ἀρετῇ καὶ ταυτὶ ἀγαθὰ τὰ περὶ σῶμα, καὶ τὴν ἐκτὸς τύχην καὶ περιβολήν, ἀρετῆς μὴ παρού||σης, βέλτιον ἀπεῖναι ταῦτα, ἢ μή· ὥστε οὐδ᾿ ὣς ἀδικηθείη ἂν ὁ μοχθηρός, ἀφαιρούμενός τι τούτων, οἷς χρῆται κακῶς. Οὐκοῦν ἀδικεῖ μέν, οὐκ ἀδικεῖται δέ, προστιθέντων ἡμῖν τῇ βουλήσει τὸ ἄδικον, οὐ τῷ ἔργῳ.