Ancient Greek · ~4 min
ΙΘ΄ XIX (Duebn. XXV vulg. 9), Section 3
Maximus of Tyre, Dialexeis 3-7
Not analysed yet
Ἀλλὰ Θετταλὸς μὲν ἀγαπήσει πωλίον, καὶ Αἰ||γύπτιος πόρτιν, καὶ Σπταρτιάτης σκύλακα· φιλάνθρωπος δ᾿ ἀνὴρ καὶ φιλοθρέμμων τοῦ ζῴου τούτου, οὐ κατὰ γεωργὸν Αἰγύπτιον, οὐδὲ κατὰ ἱππικὸν Θετταλόν, οὐδὲ κατὰ κυνηγέτην Λακωνικόν· τούτοις μὲν γὰρ ἡ θεραπεία 〈διὰ προσδοκίαν χρείας γίγνεται, καὶ τὴν ἐπιτηδειότητα〉 προμνᾶται τοῖς ζῴοις πονοῦσα· ὁ δὲ ἐραστὴς ὁ φιλάνθρωπος θεραπεύει τὰ παιδικὰ ἐπὶ κοινωνίᾳ τῆς ἀρετῆς, θεραπεύει δὲ ἐπιλεξάμενος τὰ ἐπιτηδειότατα, ἐπιτήδεια δὲ εἰς προσδοκίαν ἀρετῆς τὰ κάλλιστα. Τὸ δὲ κάλλος, τὸ αὐτὸ ὄν, ἀλλοιότερον μὲν φαίνεται μοχθηροῖς ὀφθαλμοῖς, ἀλλοιότερον δὲ ἐρασταῖς νομίμοις· καὶ γὰρ τὸ ξίφος, τὸ αὐτὸ ὄν, ἀλλοιότερον μὲν φαίνεται τῷ ἀριστεῖ, ἀλλοιότερον δὲ τῷ δημίῳ· καὶ τὴν μὲν Πενελόπην ἀλλοίως μὲν Ὀδυσσεὺς ὁρᾷ, ἄλλως δὲ ὁ Εὐρύμαχος· καὶ τὸν ἥλιον ἄλλως μὲν ὁρᾷ Πυθαγόρας, ἄλλως δὲ Ἀναξαγόρας, Πυθαγόρας μὲν ὡς θεόν, Ἀναξαγόρας δὲ ὡς λίθον· καὶ τὴν ἀρετὴν ἄλλως μὲν διώκει Σωκράτης, ἄλλως δὲ Ἐπίκουρος, Σωκράτης μὲν ὡς εὐδαιμονίας ἐραστής, Ἐπίκουρος δὲ ἡδονῆς. Οὕτω καὶ καλὸν σῶμα ἄλλως μὲν διώκει Σωκράτης, ἄλλως δὲ Κλεισθένης, Σωκράτης μὲν ὡς ἀρετῆς ἐραστής, Κλεισθένης δὲ ὡς ἡδονῆς.