Ancient Greek
3.Subsection a to 3.Subsection b
Maximus of Tyre, Dialexeis 3.Subsection a-13-Subsection b
Not analysed yet
Τί κωλύει, εἰ δεῖ καὶ ἡμᾶς ἀναμαχέσασθαι τήμερον, κατὰ τὸν Ἀνακρέοντα ἐκεῖνον δοῦναι δίκην τῷ ἔρωτι αὐτοὺς ἑκόντας γλώττης ἀδίκου; τὸ φάναι, ὅτι ὁ ἔρως ἐπὶ μοιχείαν ἀνάπτει, ὥσπερ τὸν Ἀλέξανδρον, ἢ ἐπὶ παρανομίαν, ὡς τὸν Ξέρξην, ἢ ἐπὶ ὕβριν, ὡς Κριτόβουλον, καὶ ἀνατιθέναι θεῷ πρᾶγμα ἄθεον, πῶς οὐ πλημμελές; οὑτωσὶ δὲ αὐτὸ θεασώμεθα. Ὁ ἔρως ἄλλού του ἔρως, ἢ κάλλους ἐστίν; οὐδαμῶς.