Ancient Greek
ΚΑ΄ XXI (Duebn. XXVII vulg. 11), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection c-9
Not analysed yet
Σχολῇ γὰρ ἂν εἴη ἔρως, εἰ μὴ κάλλους εἴη. Ὁπόταν λέγωμεν ἐρᾶν χρημάτων Δαρεῖον, ἢ Ξέρξην τῆς Ἑλλήνων γῆς, ἢ Κλέαρχον πολέμου, ἢ Ἀγησίλαον τιμῆς, |ἢ Κριτίαν τυραννίδος, ἢ Ἀλκιβιάδην Σικελίας, καὶ Γύλιππον χρυσίου, ἆρα κάλλος τὶ ὁρῶντες ἐμφαινόμενον, τὴν πρὸς αὐτὸ ἐπαγωγὴν ἔρωτα ἐπονομάζοντες, ἕκαστον τούτων ἐρᾶν φαμέν, τὸν μὲν τοῦδε, τὸν δὲ τοῦδε, ἄλλον ἄλλου; πολλοῦ γε καὶ δεῖ.