Ancient Greek
Ε΄ V (Duebn. XI vulg. 30 B 8 K 5), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection a-4
Not analysed yet
Τί ταῦτα, ὦ ποιητῶν ἄριστε; λίχνον καὶ δωροδόκον τὸ θεῖον, καὶ μηδὲν διαφέρον τῶν πολλῶν ἀνθρώπων; καί σου τὸ ἔπος τοῦτο ἀποδεξόμεθα, στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί; ἢ τουναντίον, ἄστρεπτον τὸ θεῖον καὶ ἀτενὲς καὶ ἀπαραίτητον; μετατίθεσθαι γὰρ καὶ μεταγινώσκειν προσήκει μὴ ὅτι θεῷ, ἀλλʼ οὐδὲ ἀνδρὶ ἀγαθῷ· ὁ γὰρ στρεπτὸς ἀνὴρ καὶ μετανοητικός, |εἰ μὲν εἰς τὸ βέλτιον ἐκ τοῦ φαυλοτέρου μετατίθεται, πονήρως ἐβουλεύσατο· εἰ δὲ εἰς τὸ χεῖρον ἐκ τοῦ βελτίστου, πονηρῶς μετέθετο· τὸ δὲ θεῖον ἔξω πονηρίας.