Ancient Greek
Γ΄ III (Duebn. IX vulg. 39 B 6 K 3), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection b
Not analysed yet
ὀρθῶς ταῦτα ἔδρα ἢ μή; τί οὖν, εἴ τις σοι παρελθὼν διηγεῖτο, ὅτι ἀνὴρ Ἀθηναῖος, γέρων τὴν ἡλικίαν, φιλόσοφος τὴν ἐπιτήδευσιν, πένης τὴν τύχην, δεινὸς τὴν φύσιν, ἀγαθὸς εἰπεῖν, συνετὸς νοῆσαι, ἄγρυπνος καὶ νηφάλεος, καὶ οἷος μηδὲν εἰκῇ μήτε ἔργον πρᾶξαι, μήτε εἰπεῖν λόγον, βεβιωκὼς μὲν πόρρω ἡλικίας, ἐπαινέτας δὲ σχὼν τοῦ τρόπου Ἑλλήνων μὲν οὐ τοὺς φαυλοτάτους τὴν φύσιν, θεῶν δὲ τὸν Ἀπόλλωνα·