Ancient Greek
Γ΄ III (Duebn. IX vulg. 39 B 6 K 3), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection c-3
Not analysed yet
οὗτος ἐπαναστάντων αὐτῷ φθόνῳ καὶ ἀπεχθείᾳ καὶ τῇ πρὸς τὰ καλὰ ὀργῇ ἐκ μὲν τοῦ θεάτρου Ἀριστοφάνους, ἐκ δὲ τῶν σοφιστῶν Ἀνύτου, ἐκ δὲ τῶν συκοφαντῶν Μελήτου, ἐκ δὲ τῶν ῥητόρων Λύκωνος, καὶ τοῦ μὲν κωμῳδοῦντος, τοῦ δὲ γραφομένου, τοῦ δὲ εἰσάγοντος, τοῦ δὲ λέγοντος, τῶν δὲ δικαζόντων, ἐχαλέπαινεν πρῶτα μὲν τῷ Ἀριστοφάνει, καὶ καταστὰς ἐν Ἀθηναίοις ἀντεκωμῴδει τὸν ἄνδρα ἐν Διονυσίοις, ἔτι μεθυόντων δικαστῶν· ἔπειτα εἰς τὸ δικαστήριον παρελθὼν ἀντερρητόρευεν τοῖς λέγουσι καὶ λόγους διεξῄει μακρούς, ἀπολογίαν εὖ μάλα εἰς ἐπαγωγὴν δικαστῶν συγκειμένην, ἐξευμενιζόμενος μὲν τὸ δικαστήριον τοῖς προοιμίοις, πείθων δὲ τοῖς διηγήμασιν, ἀποδεικνὺς δὲ τεκμηρίοις καὶ πίστεσιν καὶ εἰκάσμασιν, ἀναβιβαζόμενος δὲ καὶ μάρτυρας τῶν πλουσίων τινὰς καὶ ἀξιόχρεων ἐν Ἀθηναίοις δικασταῖς, κἂν τοῖς ἐπιλόγοις ἱκετεύων καὶ ἀντιβολῶν καὶ δεόμενος |καί που καὶ δάκρυα ἐν καιρῷ ἀφιείς,