Ancient Greek
3.Subsection b to 3.Subsection c
Maximus of Tyre, Dialexeis 3.Subsection b-4-Subsection c
Not analysed yet
Καταγέλαστος ἡ ἀπόκρισις, κἂν εἰ μειζόνως χαρακτηρίζοις τὸν Δία, ‘κυανὰς μὲν ὀφρύας, χρυσὰς δὲ χαίτας, ἐλελιζόμενον δὲ ὑπʼ αὐτῶν τὸν οὐρανόν’. Πάντα γάρ που τὰ τοιαῦτα ἀπορίᾳ ὄψεως, καὶ ἀσθενείᾳ δηλώσεως, καὶ γνώμης ἀμβλύτητι, ἐφʼ ὅσον δύνανται ἕκαστοι ἐξαιρόμενοι τῇ φαντασίᾳ, πρὸς τὸ κάλλιστον δοκοῦν καὶ γραφεῖς ἀπεργάζονται, καὶ ἀγαλματοποιοὶ διαπλάττουσιν, καὶ ποιηταὶ αἰνίττονται, καὶ φιλόσοφοι καταμαντεύονται.