Ancient Greek · ~4 min
ΙΑ΄ XI (Dueba. XVII vulg. 1 B 14 K 11), Section 4
Maximus of Tyre, Dialexeis 4-7
Not analysed yet
Εἰ δὲ συναγαγὼν ἐκκλησίαν τῶν τεχνῶν τούτων κελεύοις ἅπαντας ἀθρόους διὰ ψηφίσματος ἑνὸς ἀπο κρίνασθαι περὶ τοῦ θεοῦ, οἴει ἄλλο μὲν ἂν τὸν γραφέα εἰπεῖν, ἄλλο δὲ καὶ τὸν ἀγαλματοποιόν, καὶ τὸν ποιητὴν ἄλλο, καὶ τὸν φιλόσοφον ἄλλο; ἀλλʼ οὐδέ, μὰ Δία, τὸν Σκύθην, οὐδὲ τὸν Ἕλληνα, οὐδὲ τὸν Πέρσην ἢ τὸν Ὑπερβόρειον· ἀλλὰ ἴδοις ἂν ἐν μὲν τοῖς, ἄλλοις, ἐν δὲ τοῖς, ἄλλοις ταὐτὸ ψηφιζομένους τοὺς ἀνθρώπους, πάντας δὲ πᾶσιν διαφερομένους· οὐ τὸ ἀγαθὸν τὸ αὐτὸ πᾶσιν, οὐ τὸ κακὸν ὅμοιον, οὐ τὸ αἰσχρόν, οὐ τὸ καλόν· ||νόμος μὲν γὰρ δὴ καὶ δίκη ἄνω καὶ κάτω φύρεται διασπώμενα καὶ σπαρασσόμενα· μὴ γὰρ ὅτι γένος γένει ὁμολογεῖ ἐν τούτοις, ἀλλʼ οὐδὲ πόλις πόλει, ἀλλʼ οὐδὲ οἶκος οἴκῳ, οὐδὲ ἀνὴρ ἀνδρί, οὐδὲ αὐτὸς αὑτῷ· (σ 136/7) τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶντε.