Ancient Greek
ΙΗ΄ XVIII (Duebn. XXIV vulg. 8), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection b-7
Not analysed yet
καὶ οἱ περὶ τοῦ ἀδίκου ἔρωτος λόγοι; Ὅτι πρᾶγμα διττόν, τὸ μὲν ἀρετῆς ἐπήβολον, τὸ δὲ μοχθηρίᾳ συμπεφυκός, φωνῇ μιᾷ οἱ ἄνθρωποι ἐπονομάζοντες ἔρωτα, οὑτωσὶ καλοῦντες ║καὶ τὸν θεὸν καὶ τὴν νόσον, |καλλωπίζονται μὲν οἱ μοχθηροὶ ἐρασταὶ διὰ τὴν πρὸς τὸν θεὸν ὁμωνυμίαν, ἀπιστοῦνται δὲ οἱ χρηστοὶ διὰ τὸ ἀμφίβολον τοῦ πάθους, ἀλλ᾿ ὥσπερ τοὺς ἀργυρογνώμονας ἐξετάζειν ἔδει, ὁπότερος αὐτῶν γνωριστικὸς τοῦ δοκίμου καὶ μή.