Ancient Greek
ΙΗ΄ XVIII (Duebn. XXIV vulg. 8), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection c-8
Not analysed yet
μὲν πρὸ τοῦ δοκίμου τὸ φαινόμενον ἀσπαζόμενον πόρρω πάνυ τίθεμεν τῆς τέχνης, τὸν δὲ τἀληθῆ αὐτὰ γνωρίζοντα, τοῦτον καὶ συνιέναι αὐτῆς· ταύτῃ καὶ τὴν ἐρωτικὴν προσθῶμεν φέροντες, ὥσπέρ τινι νομίσματι, τῇ τοῦ καλοῦ φύσει. Ἐὰν γὰρ τούτου τὸ μὲν ᾖ φαινόμενον καλόν, οὐχ οὕτως ἔχον, τὸ δὲ καλὸν καὶ ὂν καὶ φαινόμενον, ἀνάγκη τοὺς μὲν τοῦ φαινομένου κάλλους καὶ μὴ ὄντος γλιχομένους νόθους τινὰς εἶναι καὶ κιβδήλους ἐραστάς, τοὺς δὲ τοῦ καὶ ὄντος καὶ φαινομένου γνησίους ἐραστὰς κάλλους ἀληθινοῦ.