Ancient Greek
Α΄ I (Duebn. VII volg. 37 B 4 Κ 1), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection c
Not analysed yet
ἐπινοήσαι ὀφθαλμοῦ ἔργον, ἀφελὼν τὸ φῶς; Ἀλλʼ ὄψις μὲν ἤδη καὶ ἐν νυκτὶ θαρσεῖ, ἀμβλὺ μὲν ὁρῶσα, εἰκάζουσα δὲ ἐν τῷ ἀφανεῖ τὴν χειραγωγίαν· τοῦ δὲ τῶν ἀνθρώπων βίου ἂν ἀφέλῃς λόγον, οἰχήσεται κατὰ κρημνῶν τινῶν πονηρὰς καὶ ἀσαφεῖς ὁδοὺς καὶ τραχείας, οἵας ὁδοὺς καὶ τὸ βαρβαρικὸν ἔρχεται, ὅσον αὐτοῦ μὴ μετέσχεν λόγου, τὸ μὲν ληιζόμενον, τὸ δὲ μένον, τὸ δὲ μισθοφοροῦν, τὸ δὲ πλανώμενον.