Ancient Greek
3.Subsection d to 3.Subsection f
Maximus of Tyre, Dialexeis 3.Subsection d-Subsection f
Not analysed yet
Ἀλλʼ αἰπολίου μὲν ἂν ἀποστήσας τὸν ποιμένα καὶ ἀφελὼν τὴν σύριγγα, διέλυσας τὸ αἰπόλιον· τῆς δὲ τῶν ἀνθρώπων ἀγέλης ἐὰν ἀποστήσῃς τὸν ἡγεμόνα τοῦτον καὶ συναγωγέα λόγον, τί ἄλλο δράσεις; λυμαίνῃ καὶ διαλύεις ἀγέλην ἥμερον μὲν τὴν φύσιν, δυσπειθῆ δὲ ὑπὸ πονηρᾶς τροφῆς, καὶ δεομένην ποιμένος μουσικοῦ, μὴ μάστιγι μηδὲ κέντρῳ κολάζοντος αὐτῶν τὴν ἀπείθειαν. Παραπλήσιόν μοι γὰρ δοκεῖ δρᾶν, ὅστις οὐκ ἀξιοῖ τὸν φιλόσοφον μηδένα παριέναι καιρὸν λόγου, οἷον εἴ τις καὶ ἀνδρὶ δεινῷ τὰ πολέμια, ἀγαθῷ μὲν ὁπλιτεύειν, ἀγαθῷ δὲ ἑκηβολεῖν καὶ ἐφʼ ἵππου καὶ ξὺν ἅρματι, ἀποκρίναι καιρὸν ἕνα ἐξελόμενος τῆς ὅλης τοῦ πολέμου χρείας καὶ τύχης, πράγματος οὐχ ἑστῶτος οὐδʼ ὡμολογημένου.