Ancient Greek
ΛΕ΄ XXXV (Duebn. VI vulg. 36 B 3), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection c-11
Not analysed yet
Τὸ δὲ τούτων αἴτιον ἀπιστία φιλίας, καὶ πλεονεξίας ἔρως, καὶ ἀπορίας δέος, καὶ μοχθηρίας ἔθος, καὶ ἡδονῆς πόθος· ὑφʼ ὧν τὸ φιλεῖν ἐλαυνόμενον, καὶ κατορυττόμενον, καὶ βαπτιζόμενον, μόγις που σώζει ἀμαυρὰ ἴχνη καὶ ἀσθενῆ· καὶ τὸ κοινότατον καὶ ἀταμίευτον καὶ ἀφοθονώτατον, διὰ τὴν τῶν χρωμένων σπάνιν, εἴ που καὶ γένeιτο τῆς Ἑλλάδος ἢ τῆς βαρβάρου γῆς, ᾄδεται τοῦτο, καὶ μύθου σχῆμα ἔχει, καὶ ἀπιστεῖται αὐτοῦ ἡ ἀκρίβεια. Καὶ μάλα εἰκότως.