Ancient Greek
3.Subsection a to 3.Subsection b
Maximus of Tyre, Dialexeis 3.Subsection a-18-Subsection b
Not analysed yet
Τῴ μὲν Αυκίῳ λαύκῳ χρυσὸν δόντι καὶ λαβόντι χαλκόν, καὶ (Ζ 236) ἑκατόμβοιʼ ἐννεαβοίων ἀλλαξαμένῳ ὀνειδίζει μηρὸς· εἰ δὲ παρωσάμενοι τὴν τούτων ἀξίαν τῇ γνώμῃ τὰς ἀντιδόσεις διεμετροῦντο, ἥν ἂν δήπου τὸ χρῆμα ἰσόρροπον. Νῦν δὲ καπηλείας πάντα μεστά, καὶ ἐμπορίας, καὶ συμβολαίων πικρῶν, ἀγοραίων τὲ καὶ θαλαττίων καὶ ἠπειρωτικῶν, ξενικῶν τε καὶ ἀστικῶν, καὶ ἐπιχωρίων καὶ διαποντίων, ἄνω καὶ κάτω στρεφομένης τῆς γῆς καὶ τῆς θαλάττης, τὰ ἀθήρατα ἐκθηρωμένων, καὶ τὰ ἀφανῆ μεταλλευόντων, καὶ τὰ πόρρω διωκόντων, καὶ τὰ σπάνια ποριζομένων, καὶ θησαυροὺς κατορυττόντων, καὶ κατώρυχας ἐμπιμπλάντων, καὶ ταμεῖα σωρευόντων.