Ancient Greek
3.Subsection c to 3.Subsection g
Maximus of Tyre, Dialexeis 3.Subsection c-6-Subsection g
Not analysed yet
Βούλει τοίνυν ἡδονῇ καὶ λύπῃ κρινοῦμεν τὸν φίλον καὶ τὸν κόλακα; Καὶ μὴν καὶ ὁ κόλαξ ὑπερβολὴν λαβὼν ἀνιαρότατον καὶ ἐπαχθέστατον, καὶ ὁ φίλος ἥδιστον εὐτυχίαν προσλαβών. ῾Μήποτε οὖν βλάβῃ καὶ ὠφελείᾳ τοὺς ἄνδρας κριτέον. ʼἈμφισβητήσιμον καὶ τοῦτο λέγεις. μὲν γὰρ κόλαξ, κἂν βλάψῃ, ἢ εἰς χρήματα ἐζημίωσεν, ἢ εἰς ἡδονὴν ἐξέχεεν· ὧν τὸ μὲν εἰς χρήματα κουφότατον, τὸ δὲ εἰς ἡδονὴν τερπνότατον· διὰ δὲ φιλίας πολλοὶ ἤδη καὶ φυγῆς ἐκοινώνησαν, καὶ ἀτιμίας συναπέλαυσαν, καὶ θανάτῳ περιέπεσον.