Ancient Greek
Θ΄ IX (Duebn XV vulg. 27 B 12 Κ 9), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection d-4
Not analysed yet
DΣκόπει δὴ τὸ πᾶν οὕτως συγκεφαλαιωσάμενος βραχεῖ λόγῳ· ἐπειδὴ ἕκαστον τούτων ἀνὰ δύο συνέστηκεν φύσεων ἐναντίων, ὧν ἀεὶ τὴν ἑτέραν ἀφαιρῶν μοῖραν, προστιθεὶς τῶν ἔπειτα τῇ ἑτέρᾳ, καθʼ ἥμισυ μὲν χωρίζεις ἑκατέρου ἑκάτερον, καθʼ ἥμισυ δὲ συντάττεις ἑκατέρῳ ἑκάτερον, τοῦτον τὸν τρόπον τὰ ἐναντία ἀλλήλοις ἄμικτα ὄντα κοινωνεῖ ὅμως, καὶ ἀνακίρνανται καὶ πῦρ ἀέρι κατὰ θερμότητα, καὶ ἀὴρ ὕδατι κατὰ ὑγρότητα, καὶ ὕδωρ γῇ κατὰ ψυχρότητα, καὶ γῆ πυρὶ κατὰ ξηρότητα· οὕτω κἀνταῦθα κοινωνεῖ θεὸς μὲν δαίμονι κατὰ τὸ ἀθάνατον, δαίμων δὲ ἀνθρώπῳ κατὰ τὸ ἐμπαθές, |ἄνθρωπος θηρίῳ κατὰ τὸ αἰσθητικόν, θηρίον φυτῷ κατὰ τὸ ἔμψυχον.