Ancient Greek
3.Subsection n to 3.Subsection p
Maximus of Tyre, Dialexeis 3.Subsection n-Subsection p
Not analysed yet
μία δέ που τὶς στενὴ καὶ ὄρθιος καὶ τραχεῖα, καὶ οὐ πολλοῖς πάνυ ὁδεύσιμος, ἐπʼ αὐτὸ ἄγει τὸ τῆς ὁδοῦ τέρμα, ἣν μόγις καὶ μετὰ πραγμάτων σύν πολλῷ πόνῳ καὶ ἱδρῶτι ἀνύουσιν καματηραὶ καὶ ἐπίπονοι ψυχαί, καὶ ἐπιθυμοῦσαι τοῦ χωρίου, καὶ ἐρῶσαι τῆς τελετῆς, καταμαντευό ||μεναι αὐτῆς τὸ κάλλος· ἐπειδὰν δὲ ἀφίκωνται ἐκεῖ, παυσάμεναι τοῦ πονεῖν, παύονται τοῦ πάθους. Τίς γὰρ ἄλλη τελετὴ μυστικωτέρα, καὶ τίς ἄλλος τόπος σπουδῆς ἄξιος; Ταύτην ἔχει τοῖς ἀνθρώποις τὴν χώραν τὸ ἀγαθόν, ἣν τοῖς ἀμυήτοις Ἐλευσῖν ἔχει. Μυήθητι, ἐλθέ, ἐπίβηθι τοῦ χωρίου, λάμβανε τὰ ἀγαθά, καὶ οὐ ποθήσεις ἄλλο μεῖζον.