Ancient Greek
ΛΘ΄ XΧΧIX (Duebn XXXIX vulg. 23), Section 4
Maximus of Tyre, Dialexeis 4-20
Not analysed yet
Ἐὰν δὲ τὸ ἀγαθὸν ἐπονομάζῃς τῇ τῶν μὴ ἀγαθῶν φύσει, ὑγιείας σωμάτων καὶ εὐμορφίας, καὶ περιβολὴν χρυσοῦ καὶ ἀργύρου, καὶ δόξαν προγόνων, καὶ τιμὴν πολιτικήν, πράγματα ἡδοναῖς μᾶλλον ἢ ἀγαθοῖς μετρεῖσθαι πεφυκότα, ἐξαγορεύεις τὰ μυστήρια, πλημμελεῖς περὶ τὸ θεῖον. Τοιούτων ἀγαθῶν μεταλαβεῖν ποθεῖς, οἵων καὶ Ἀλκιβιάδης μυστηρίων, μεθύων, δᾳδοῦχος, καὶ ἐκ συμποσίου ἱεροφάντης, καὶ ἐν παιδιᾷ τελεστής. Ἀγαθὸν δὲ ἀγαθοῦ ἀπορρητότερον οὐκ ἂν εὕροις μᾶλλον, ἢ κάλλος κάλλους ὡραιότερον· ἐὰν γάρ τι τούτων ἀφέλῃς, οὐκ ἔτι καλὸν οὐδὲ ἀγαθὸν τὸ μήπω ἀγαθόν. Οὐχ ὁρᾷς τὸν ὑπὲρ κεφαλῆς τοῦτον οὐρανόν, καὶ τὰ ἐν αὐτῷ ἄστρα, καὶ τὸν ὑπʼ αὐτῷ αἰθέρα καὶ ὑπὸ τούτῳ ἀέρα, καὶ τὴν ὑπʼ αὐτῷ θάλατταν; διαμέτρησον αὐτῶν τὰς φύσεις. Τοῦτο γῆς μέρος τοῦ ὅλου πλατὺ καὶ πολυτρόφον καὶ δενδροφόρον καὶ ζῳοτρόφον· ἀλλʼ ἐὰν πρὸς τὴν θάλατταν ἐξετάζῃς, ἔλαττον θαλάττης· καὶ θάλαττα, ἀέρος ἔλαττον, καὶ αἰθὴρ οὐρανοῦ. Μέχρι τούτου τὰ μέρη πρόεισιν, ὑπερβάλλοντα καὶ ὑπερβαλλόμενα· ἐὰν δὲ ἔλθῃς ἐκεῖ, στήσεται ὁμοῦ τῷ μεγέθει καὶ τὸ κάλλος. Τί γὰρ ἄν εἴη οὐρανοῦ ὡραιότερον; τί ἄστρων περιλαμπέστερον; τι ἡλίου ἀκμαιότερον; τί σελήνης εὐτροφώτερον; τί τῶν ἄλλων χορῶν εὐτακτότερον; τί τῶν θεῶν αὐτῶν τιμιώτερον;