Ancient Greek
3.Subsection n to 3.Subsection o
Maximus of Tyre, Dialexeis 3.Subsection n-2-Subsection o
Not analysed yet
Ὁρᾷς τὸν δρόμον, καὶ τὴν διαδοχὴν τῶν κακῶν, καὶ τὴν συνέχειαν τῶν κινδύνων· (σ 130) οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. Κἂν ἐπὶ τὴν ψυχὴν ἔλθῃς, κἀκεῖ ὄψει ὄχλον νοσημάτων τῇ ψυχῇ ἐπιχεόμενον· ἐὰν λύπην ἀπώσῃ, φόβος ὑπορρεῖ· ἂν ἀπέλθῃ φόβος, ὀργὴ ἀνίσταται· ἂν παύσεται ὀργή, φθόνος ἔπεισιν· παρὰ πόδας τὰ δυσχερῆ, ἐν γειτόνων τὰ κακά· ἀνοχὴ δὲ ἀκριβὴς οὐδεμία.