Ancient Greek
4.Subsection a to 4.Subsection h
Maximus of Tyre, Dialexeis 4.Subsection a-15-Subsection h
Not analysed yet
Τί ἄν οὖν πρὸς ταῦτα ἀποκρίναιτο ὁ Ζεύς, ἢ ὁ Ἀπόλλων, ἤ τις ἄλλος μαντικὸς θεός; Ἀκούσομεν τοῦ ὑποφήτου λέγοντος (α 33/4) ἐξ ἡμέων γὰρ φασὶ κακʼἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼἔχουσιν· Τίς οὖν ἡ τῆς ἀτασθαλίης αἰτία; Οὐρανοῦ καὶ γῆς δυοῖν ἑστίαιν τὴν μὲν ἄμοιρον ἡγητέον κακῶν, τὴν δὲ ἐξ ἀμφοῖν ἐπιμεμιγμένην· |ἡ τὰ μὲν ἀγαθὰ ἐπίρρυτα ἐκ τῆς ἑτέρας, τὰ δὲ κακὰ ἐξ αὐτοφυοῦς μοχθηρίας ἀνίσταται. Διττὴ δὲ αὕτη, ἡ μὲν ὕλης πάθος, ἡ δὲ ψυχῆς ἐξου||σία. Ῥητέον δὲ δὴ τά πρῶτα ὑπὲρ τῆς προτέρας. Ὕλην ὁρᾷς ὑποβεβλημένην δημιουργῷ ἀγαθῷ· ἧς τὸ μὲν κοσμηθὲν ἥκει παρὰ τῆς τέχνης· εἰ δέ τι ἀκρατῶς ἑαυτῶν τὰ ἐν γῇ ἔχοντα πάσχει πλημμελές, ἀναίτιόν μοι τὴν τέχνην τίθει· βούλησις γὰρ οὐδεμία τεχνίτου ἄτεχνος, οὐδὲ γὰρ νομοθέτου ἄδικος· ὁ δὲ θεῖος νοῦς ἀνθρωπίνης τέχνης εὐστοχώτερος. Καθάπερ οὖν ἐν ταῖς τῶν τεχνῶν χειρουργίαις τὰ μὲν ἡ τέχνη προηγουμένως δρᾶ, στοχαζομένη τοῦ τέλους, τὰ δὲ ἕπεται τῇ χειρουργίᾳ, οὐ τέχνης ἔργα, ἀλλʼ ὕλης πάθη, σπινθῆρές τε ἐξ ἄκμονος, καὶ ἐκ βούνου αἰθαλώσεις, καὶ ἄλλο ἐξ ἄλλης πάθος, ἀναγκαῖον μὲν τῇ ἐργασίᾳ, οὐ προηγούμενον δὲ τῷ τεχνίτῃ· οὕτως ἀμέλει καὶ ὅσα περὶ γῆν πάθη γίνεται, ἃς καλοῦμεν κακῶν ἀνθρωπίνων ἐμβολάς, ἐνταῦθα ἡγητέον ἀναίτιον καὶ τὴν τέχνην· εἶναι δὲ ταῦτα τῆς τοῦ ὅλου δημιουργίας ὥσπέρ τινας ἀναγκαίας καὶ ἑπομένας φύσεις· ἃ δὲ ἡμεῖς καλοῦμεν κακὰ καὶ φθοράς, καὶ ἐφʼ οἷς ὀδυρόμεθα, ταῦτα ὁ τεχνίτης καλεῖ σωτηρίαν τοῦ ὅλου· μέλει γὰρ αὐτῷ τοῦ ὅλου, τὸ δὲ μέρος ἀνάγκη κακοῦσθαι ὑπὲρ τοῦ ὅλου. Λοιμώττουσιν Ἀθηναῖοι, σείονται Λακεδαιμιόνιοι, ἡ Θετταλία ἐπικλύζεται, ἡ Αἴτνη φλέγεται. Καὶ πότε Ἀθηναίοις ἀθανασίαν ὁ Ζεὺς ὑπέσχετο; ἐὰν γὰρ ἀπέλθῃ ὁ λοιμός, Ἀλκιβιάδης ἐπὶ Σικελίαν οὐκ ἄγει; Πότε Λακεδαιμονίοις ὑπέσχετο γῆν ἄσειστον; πότε Θετταλοῖς γῆν ἄκλυστον; πότε |Σικελιώταις γῆν ἄπυρον; Μόρια ταῦτα σωμάτων.