Ancient Greek
ΛΖ΄ XXXVII (Duebn. XXXVII vulg. 21), Section 4
Maximus of Tyre, Dialexeis 4-19
Not analysed yet
Καὶ περὶ μὲν τῶν πόνων τάχα δὴ ἑξῆς διέξειμι· νῦν δὲ δὴ μουσικῆς πέρι, τοῦ πρεσβυτάτου τῶν ἐν ψυχῇ ἐπιτηδευμάτων, προχειρισάμενοι λέγωμεν τὰ εἰκότα· ὡς ἔστιν καλὸν μὲν καὶ ἀνδρὶ ἑνὶ μουσική, καλὸν δʼ αὖ καὶ πόλει καὶ γένει ξύμπαντι, ᾧ τῶν θεῶν μοίρᾳ μουσικὴν συνέβη ἐπιτηδευθῆναι. Οὔτι τοι λέγω τὴν διʼ αὐλῶν καὶ ᾠδῇς καὶ χορῶν καὶ ψαλμάτων ἄνευ λόγου ||ἐπὶ τῇ ψυχῇ ἰοῦσαν, τῷ τερπνῷ τῆς ἀκοῆς τιμηθεῖσαν. Ταύτην μὲν γὰρ ἔοικεν ἡ ἀνθρωπίνη ἀγαπήσασα πλημμέλεια, ἑπομένη τῷ ἡδεῖ φαινομένῳ, νοθεύσασα διὰ τοῦ ἔρωτος τούτου τὴν ἀκρίβειανμένη τῆς μουσικῆς· τὸ γὰρ νῦν ἔχον ἐξίτηλος ἡμῖν γενο οἴχεται, ἀποδυσαμένη τὸ αὐτῆς κάλλος, τὸ ὑγιὲς ἐκεῖνο καὶ ἀρχαῖον, ἐξαπατῶσα ἡμᾶς, καθαπερεὶ ἑταίρας ἐπίχριστον, οὐκ αὐτοφυὲς ἄνθος· καὶ εἰδώλῳ τινὶ μουσικῆς ξυνόντες λανθάνομεν, αὐτὴν ἐκείνην ἀληθῆ καὶ ἐκ τοῦ Ἑλικῶνος μοῦσαν, τὴν Ὁμήρῳ φίλην, τὴν Ἡσιόδου διδάσκαλον, τὴν Ὀρφέως μητέρα, οὔτε ἔχοντες οὔτε εἰδότες· ἡ δὲ παρανομία, κατὰ σμικρὸν συμφορηθεῖσα ἡμῖν, τὴν ψυχὴν εἰς τὸν ὄλισθον τοῦτον κατέσπασεν καὶ ἰδίᾳ καὶ δημοσίᾳ· ὅτε Δωριεῖς μὲν οἱ ἐν Σικελίᾳ, τὴν ὄρειον ἐκείνην καὶ ἀφελῆ μουσικὴν οἴκοι καταλιπόντες, ἣν ἐπὶ ἀγέλαις καὶ ποίμναις εἶχον, Συβαριτικῶν αὐλημάτων ἐρασταὶ γενόμενοι, καὶ ὄρχησιν ἐπιτηδεύσαντες, οἵαν ὁ αὐλὸς ἠνάγκαζεν Ἰώνων, ἀφρονέστεροι μὲν τὸ εὐφημότατον, ἀκολαστότατοι δὲ τὸ ἀληθέστατον ἐγένοντο· Ἀθηναίοις δὲ ἡ μὲν παλαιὰ μοῦσα χοροὶ παίδων ἦσαν καὶ ἀνδρῶν, γῆς ἐργάται κατὰ δήμους ἱστάμενοι, ἄρτι ἀμητοῦ καὶ ἀρότου κεκονιμένοι, ᾄσματα ᾄδοντες αὐτοσχέδια· μεταπεσοῦσα δὲ ἡ ψυχὴ ἐπὶ τέχνην ἀκορέστου χάριτος ἐν σκηνῇ καὶ θεάτροις, ἀρχὴ τῆς περὶ πολιτείαν αὐτοῖς πλημμελείας ἐγένετο. Ἡ δὲ ἀληθὴς ἁρμονία, ἣν ᾄδει μὲν ὁ μουσῶν χορός, ἐξάρχει δὲ αὐτῆς ὁ Ἀπόλλων ὁ μουσηγέτης, σώζει μὲν ψυχὴν μίαν, σώζει δὲ οἶκον, σώζει πόλιν, σώζει ναῦν, σώζει στρατόπεδον.