Ancient Greek · ~4 min
Δ΄ IV (Duebn. X vulg. 29 B 7 K 4), Section 4
Maximus of Tyre, Dialexeis 4-2
Not analysed yet
Ἐπίκουρον δὲ ἐξελῶ λόγου καὶ ποιητικοῦ καὶ φιλοσόφου, τοῖς δὲ ἄλλοις ἡ πραγματεία ἴση καὶ ἡ αὐτή· πλὴν εἰ μὴ νομίζεις Ὅμηρον ἐντετυχηκέναι τοῖς θεοῖς τοξεύουσιν, ἢ διαλεγομένοις, ἢ θύουσιν, ἤ τι ἄλλο δρῶσιν, οἷα περὶ αὐτῶν ἐκεῖνος ᾄδει. Οὐδὲ γὰρ Πλάτωνα ἡγητέον ἐντετυχηκέναι τῷ Διὶ ἡνιοχοῦντι καὶ φερομένῳ ἐπὶ πτηνοῦ ἅρματος, στρατιᾶς θεῶν κατὰ ἕνδεκα λόχους κεκοσμημένης, οὐδέ γε δαινυμένοις τοῖς θεοῖς ἐν Διὸς τοὺς Ἀφροδίτης γάμους, ὅτε Πόρος καὶ Πενία λαθόντε ξυνηλθέτην τὲ καὶ Ἔρωτα ἐξ αὐτῶν ἐγεννησάτην. οὐδέ γε θεατὴν γενέσθαι Πυριφλεγέθοντός τε καὶ Ἀχέροντος καὶ Κωκυτοῦ καὶ τῶν ἄνω καὶ κάτω ποταμῶν, ῥεόντων ὕδατι καὶ πυρί· οὐδὲ τὴν Κλωθὼ ἰδεῖν καὶ τὴν Ἄτροπον, οὔτε ἐντετυχηκέναι ἑλιττομένῳ τῷ ἀτράκτῳ ἑπτὰ καὶ διαφόρους ἑλιγμούς. Ἀλλὰ καὶ τοῦ Συρίου τὴν |ποίησιν σκόπει, τὸν Ζῆνα, καὶ τὴν Χθονίην, καὶ τὸν ἐν τούτοις Ἔρωτα, καὶ τὴν Ὀφιονέως γένεσιν, καὶ τὴν θεῶν μάχην, καὶ τὸ δένδρον, καὶ τὸν πέπλον· σκόπει καὶ τὸν Ἡράκλειτον, θεοὶ θνητοί, θεοὶ ἀθάνατοι.