Ancient Greek · ~4 min
Δ΄ IV (Duebn. X vulg. 29 B 7 K 4), Section 5
Maximus of Tyre, Dialexeis 5-3
Not analysed yet
Πάντα μεστὰ αἰνιγμάτων, καὶ παρὰ ποιηταῖς, καὶ παρὰ φιλοσόφοις· ὧν ἐγὼ τὴν πρὸς τὸ ἀληθὲς αἰδὼ ἀγαπῶ μᾶλλον, ἢ τὴν παρρησίαν τῶν νεωτέρων· πραγμάτων γὰρ ὑπʼ ἀνθρωπίνης ἀσθενείας οὐ καθορωμένων σαφῶς, εὐσχημονέστερος ἑρμηνεὺς ὁ μῦθος. Ἐγὼ δὲ ||εἰ μέν τι πλέον ἐθεάσαντο τῶν προτέρων οἱ ἔπειτα. μακαρίζω τοὺς ἄνδρας τῆς θέας· εἰ δὲ μηδενὶ πλεονεκτοῦντες κατὰ τὴν γνῶσιν, μετέλαβον αὐτῶν τὰ αἰνίγματα εἰς μύθους σαφεῖς, δέδια μή τις αὐτῶν ἐπιλάβηται ὡς ἐξαγορευόντων ἀπορρήτους λόγους. Τί γὰρ ἂν ἄλλο εἴη μύθου χρεία; λόγος περισκεπὴς ἑτέρῳ κόσμῳ, καθάπερ τὰ ἱδρύματα, οἷς περιέβαλλον οἱ τελεσταὶ χρυσὸν καὶ ἄργυρον καὶ πέπλους, τὰ πρῶτα ἀποσεμνύνοντες αὐτῶν τὴν προσδοκίαν. Θρασεῖα γὰρ οὖσα ἡ ἀνθρωπίνη ψυχή, τὰ μὲν ἐν ποσὶν ἧσσον τιμᾷ, τοῦ δὲ ἀπόντος θαυμαστικῶς ἔχει· καταμαντευομένη δὲ τῶν οὐχ ὁρωμένων καὶ θηρεύουσα ταῦτα τοῖς λογισμοῖς, μὴ τυχοῦσα μὲν σπεύδει ἀνευρεῖν, τυχοῦσα δὲ ἀγαπᾶ ὡς ἑαυτῆς ἔργον.