Ancient Greek · ~7 min
Ε΄ V (Duebn. XI vulg. 30 B 8 K 5), Section 4
Maximus of Tyre, Dialexeis 4-3
Not analysed yet
Καὶ μὴν τῶν ὅσα οἱ ἄνθρωποι εὔχονται γενέσθαι, φησί, τὰ μὲν ἡ πρόνοια ἐφορᾷ· τὰ δὲ εἱμαρμένη καταναγκάζει, τὰ δὲ μεταβάλλει ἡ τύχη, τὰ δὲ οἰκονομεῖ ἡ τέχνη. Καὶ ἡ μὲν πρόνοια θεοῦ ἔργον, ἡ δὲ εἱμαρμένη ἀνάγκης, ἡ δὲ τέχνη ἀνθρώπου, ἡ δὲ τύχη τοῦ αὐτομάτου. Διακεκλήρωνται δὲ τούτων ἑκάστων αἱ ὕλαι τοῦ βίου· ἃ τοίνυν εὐχόμεθα, ἢ εἰς πρόνοιαν |συντελεῖ θεοῦ, ἢ εἰς εἱμαρμένης ἀνάγκην, ἢ εἰς ἀνθρώπου τέχνην, ἢ εἰς τύχης φοράν. Καὶ εἰ μὲν εἰς πρόνοιαν συντελεῖ, τί δεῖ εὐχῆς; εἰ γάρ τοι προνοεῖ ὁ θεὸς (ἤτοι προνοεῖ τοῦ ὅλου, τῶν δὲ κατὰ μέρος οὐ φροντίζει, ὥσπερ οἱ βασιλεῖς σώζουσι τὰς πόλεις νόμῳ καὶ δίκῃ, οὐ διατείνοντες ἐφʼ ἕκαστον τῇ φροντίδι), κἀν τοῖς ἐπὶ μέρους ἡ πρόνοια ἐξετάζεται. Τί δὴ φῶμεν; βούλει τοῦ ὅλου προνοεῖν τὸν θεόν; οὐκ ἐνοχλητέον ἄρα τῷ θεῷ· οὐ γὰρ πείσεται, ἤν τι παρὰ τὴν σωτηρίαν αἰτῇς τοῦ ὅλου. Τί γὰρ εἰ καὶ τὰ μόρια τοῦ σώματος φωνὴν λαβόντα, ἐπειδὰν κάμνῃ τὶ αὐτῶν ὑπὸ τοῦ ἰατροῦ τεμνόμενον ἐπὶ σωτηρίᾳ τοῦ ὅλου, εὔξαιτο τῇ τέχνῃ μὴ φθαρῆναι; οὐκ ἀποκρινεῖται ὁ Ἀσκληπιὸς αὐτοῖς, ὡς· Ὁὐχ ὑμῶν ἕνεκα, ὦ δείλαια, χρὴ οἴχεσθαι τὸ πᾶν σῶμα, ἀλλὰ ἐκεῖνο σωζέσθω, ὑμῶν ἀπολλυμένων. ʼ Τοῦτο καὶ τῷ σύμπαντι τούτῳ γίγνεσθαι φιλεῖ. Ἀθηναῖοι λοιμώττουσιν, σείονται Λακεδαιμόνιοι, ἡ Θετταλία ἐπικλύζεται, ἡ Αἴτνη φλέγεται· ὧν σὺ μὲν τὴν διάλυσιν φθορὰν καλεῖς· ὁ δὲ ἰατρὸς οἶδεν τὴν αἰτίαν, καὶ ἀμελεῖ εὐχομένων τῶν μερῶν, σώζει δὲ τὸ πᾶν· φροντίζει γὰρ τοῦ ὅλου. Ἀλλὰ καὶ τῶν κατὰ μέρος προνοεῖ ὁ θεός. Οὐδὲ ἐνταῦθα τοίνυν εὐκτέον; Ὅμοιον ὡς εἰ καὶ ἰατρὸν ᾔτει ὁ κάμνων φάρμακον ἤ σιτίον· τοῦτο γὰρ εἰ μὲν ἀνύτει τι, καὶ μὴ αἰτοῦντι δώσει· εἰ δὲ ἐπισφαλές, οὐδὲ αἰτοῦντι δώσει. Τῶν μὲν δὴ κατὰ τὴν πρόνοιαν, οὐδὲν οὔτε αἰτητέον, οὔτε εὐκτέον.