Ancient Greek · ~4 min
Ε΄ V (Duebn. XI vulg. 30 B 8 K 5), Section 5
Maximus of Tyre, Dialexeis 5-4
Not analysed yet
Τί δὲ τῶν κατὰ τὴν εἱμαρμένην; ἢ κἀνταῦθα ἡ εὐχὴ γελοιότατον· θᾶττον γὰρ ἄν τις βασιλέα ἔπεισεν, ἢ τύραννον· τυραννικὸν δὲ ἡ εἱμαρμένη, καὶ ἀδέσποτον, καὶ ἀμετάστρεπτον· ἣ, καθάπερ ψά|λιον ἐμβάλλουσα ταῖς τῶν ἀνθρώπων ἀγέλαις, βίᾳ σπᾷ καὶ προσαναγκάζει συναπονεύειν ταῖς αὐτῆς ἀγωγαῖς· ὡς Συρακοσίους Διονύσιος, ὡς Πεισίστρατος Ἀθηναίους, καὶ Περίανδρος Κορινθίους, καὶ Θρασύβουλος Μιλησίους. Ἐν μὲν γὰρ δημοκρατίᾳ δύναται τι καὶ πειθώ, καὶ εὐχή, καὶ θεραπεία, καὶ λιταί· ἐν δὲ τυραννίδι ἡ βία κρατεῖ· ὡς ἐν πολέμῳ Ὅμηρος, ζώγρει Ἀτρέος ὑιέ, σὺ δ᾿ ἄξια δέξαι ἄποινα. Τίνα τοίνυν ἄποινα δόντες τῇ εἱμαρμένῃ ἐκλυσόμεθα ἑαυτοὺς τῆς ἀνάγκης καὶ τοῦ δεσμοῦ; τίνα χρυσόν; τίνα θεραπείαν; τίνα θυσίαν; τίνα εὐχήν; Ἀλλ᾿ οὐδὲ ὁ Ζεὺς αὐτὸς εὕρατο παῤ ἐκείνης ἀποτροπήν, ἀλλ᾿ ὀδύρεται· ὤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖῤ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. Τίνι θεῶν εὔχεται ὁ Ζεὺς ὑπὲρ τοῦ παιδός; Καὶ ἡ Θέτις βοᾷ, ὤμοι ἐγὼ δειλή· ὤμοι δυσαριστοτόκεια. ||Τοιοῦτο χρῆμα ἡ εἱμαρμένη Ἄτροπος, καὶ ἡ Κλωθώ, καὶ ἡ Λάχεσις, ἄτρεπτον, καὶ ἐπικεκλωσμένον, καὶ διειληχὸς τοὺς ἀνθρωπίνους βίους. Πῶς ἂν οὖν τις εὔξαιτο ἀπαραιτήτῳ εἱμαρμένῃ;