Ancient Greek
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Section 4
Maximus of Tyre, Dialexeis 4.Subsection c-5
Not analysed yet
Σύ μοι δοκεῖς οὐδὲ τοῦ ἡλίου ἀγαπᾶν τὸ φῶς, ὅτι ἐστὶν κοινὸν ὀφθαλμῶν πάντων· ἀλλὰ ἔδει γὰρ τὸν ἄνθρωπον μόνον ὁρᾶν, καὶ διὰ τοῦτο οὐκ ἀγαθὸν ἀνθρώπῳ τὸ φῶς· οὐδέ γε ὁ ἀήρ, εἰσπνεόμενός τε καὶ οἰκονομῶν τὰ σώματα ταῖς αὐτοῦ ὁδοῖς· οὐ ποταμῶν νάματα, οὐ γῆς καρποί· μέρη γὰρ τῶν ἀναγκαίων, ἐὰν προέλθῃς, πάντα κοινά, ἴδιον δέ, οὐδενός. Ἐνταῦθά μοι τάττε καὶ τὴν ἡδονήν, ἐν κοινότητι ἀγαθοῦ σώζοντος πᾶσαν αἰσθητικὴν φύσιν.