Ancient Greek
ΛΒ΄ XXXII (Duebn. III vulg. 33 B 30 γ΄), Section 5
Maximus of Tyre, Dialexeis 5.Subsection a-14
Not analysed yet
Ἐπεὶ δὲ ἀρετῆς πρὸς ἡδονὴν ἡ ἐξέτασις γίγνεται, οὐ λοιδορήσομαι μὲν τῇ ἀρετῇ (οὐ γὰρ πικρός, οὐδὲ βλάσφημος ὁ καθʼ ἡδονὴν λόγος), τοσοῦτον δὲ λέγω, ὡς εἰ τῆς ἀρετῆς ἀφαιρήσει τὶς τὸ ἡδύ, καὶ τὸ δυνατὸν αὐτῆς προσαφῄρηκεν· οὐδὲν γὰρ τῶν καλῶν αἱρετόν, ἀπογενομένης ἡδονῆς· καὶ γὰρ ὁ κατʼ ἀρετὴν πονῶν ἑκὼν φιλίᾳ ἡδονῆς πονεῖ, παρούσης ἢ προσδοκωμένης.