Ancient Greek
κς΄ XXVI (Duebn XXXII vulg. 16), Section 4
Maximus of Tyre, Dialexeis 4.Subsection d
Not analysed yet
ἔργα τὲ ἃ δραστέον, καὶ ἡμέραι ἐν αἷς δραστέον· οὐχ οὕτω τὰ Ὁμήρου ἔχει, οὐδὲ ἀποκέκριται ἕκαστα χωρίς, οὐδʼ αὖ φύρεται ἀκρίτως πάντα ἐν πᾶσιν· ἀλλά τε ἦν τὸ σχῆμα αὐτῷ τοῦ λόγου, ὃ οἱ μῦθοι ἔχουσιν, οἱ Τρωικοὶ λόγοι καὶ τὰ τοῦ Ὀδυσσέως παθήματα, μέμικται δʼ ἐν αὐτοῖς καὶ θεολογία σαφής, καὶ πολιτείας ἦθος, καὶ ἀρεταὶ ἀνθρώπων, καὶ μοχθηρίαι, καὶ παθήματα, καὶ συμφοραί, καὶ εὐτυχίαι· καὶ τούτων ἕκαστον ὑποθέσεις οἰκείας ἔχει·