Ancient Greek
4.Subsection e to 4.Subsection f
Maximus of Tyre, Dialexeis 4.Subsection e-2-Subsection f
Not analysed yet
οἷον εἰ ξυνίῃς παναρμόνιόν τι ὄργανον, παντοδαπὰς μὲν φωνάς, πάσαις δὲ ἄλλαις ὡμολογημένας· μᾶλλον δὲ οὕτως, εἰ ἤδη που ἐθεάσω ἄθροισμα ὀργάνων, αὐλὸν ἠχοῦντα, καὶ λύραν ψαλλομένην, καὶ ᾠδὴν χοροῦ, καὶ σάλπιγγα ἀναμίξ, καὶ σύριγγα, καὶ ἄλλʼ ἄττα ὀργάνων |εἴδη καὶ ὀνόματα· ὧν ἕκαστον πεποίηται μὲν κατὰ οἰκείαν τέχνην, συντέτακται δὲ πρὸς τὸ πλησίον κατὰ κοινὴν μοῦσαν.